Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.22 Dem. 45.25 (English) >>Dem. 45.28

45.24ἔτι τοίνυν, ἄνδρες Ἀθηναῖοι, ὡς γέγραπταί τις ἂν ἐξετάσας τὴν μαρτυρίαν γνοίη παντελῶς τοῦτο μεμηχανημένους αὐτούς, ὅπως δικαίως καὶ ἀδίκως δόξει ταῦθʼ πατὴρ οὑμὸς διαθέσθαι. λαβὲ δʼ αὐτὴν τὴν μαρτυρίαν, καὶ λέγʼ ἐπισχὼν οὗ ἄν σε κελεύω, ἵνʼ ἐξ αὐτῆς δεικνύω.Μαρτυρία

μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ Τεισίᾳ, ὅτε προὐκαλεῖτο Φορμίων Ἀπολλόδωρον, εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος

45.25ἐπίσχες.ἐνθυμεῖσθʼ ὅτιτῶν διαθηκῶνγέγραπταιτῶν Πασίωνος.” καίτοι χρῆν τοὺς βουλομένους τἀληθῆ μαρτυρεῖν, εἰ τὰ μάλιστʼ ἐγίγνεθʼ πρόκλησις, ὡς οὐκ ἐγίγνετο, ἐκείνως μαρτυρεῖν. λέγε τὴν μαρτυρίαν ἀπʼ ἀρχῆς πάλιν.Μαρτυρία

μαρτυροῦσι παρεῖναι πρὸς τῷ διαιτητῇ ΤεισίᾳΜαρτυροῦμεν· παρῆμεν γὰρ δή· λέγε.

ὅτε προὐκαλεῖτο Φορμίων ἈπολλόδωρονΚαὶ τοῦτο, εἴπερ προὐκαλεῖτο, ὀρθῶς ἂν ἐμαρτύρουν.

εἰ μή φησιν ἀντίγραφα εἶναι τῶν διαθηκῶν τῶν Πασίωνος

45.26ἔχʼ αὐτοῦ.οὐδʼ ἂν εἷς ἔτι δήπου τοῦτʼ ἐμαρτύρησεν, εἰ μή τις καὶ παρῆν διατιθεμένῳ τῷ πατρὶ τῷ ἐμῷ· ἀλλʼ εὐθὺς ἂν εἶπετί δʼ ἡμεῖς ἴσμεν εἴ τινές εἰσι διαθῆκαι Πασίωνος;” καὶ γράφειν ἂν αὐτὸν ἠξίωσεν, ὥσπερ ἐν ἀρχῇ τῆς προκλήσεωςεἰ μή φημʼ ἐγὼ ἀντίγραφα εἶναι τῶν διαθηκῶν”, οὕτωςὧν φησι Φορμίων Πασίωνα καταλιπεῖν”, οὐτῶν Πασίωνος.” τοῦτο μὲν γὰρ ἦν εἶναι διαθήκας μαρτυρεῖν, ὅπερ ἦν τούτοις βούλημα, ἐκεῖνο δὲ φάσκειν Φορμίωνα· πλεῖστον δὲ δήπου κεχώρισται τό τʼ εἶναι καὶ τὸ τοῦτον φάσκειν.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 45.22 Dem. 45.25 (English) >>Dem. 45.28

Powered by PhiloLogic